11
1 Λέγω οὖν, μὴ ἀπώσατο ὁ Θεὸς τὸν λαὸν αὐτοῦ; Μὴ γένοιτο. Καὶ γὰρ ἐγὼ * ισραηλιτης ¦ ισραηλειτης TH WHἸσραηλίτης εἰμί, ἐκ σπέρματος Ἀβραάμ, φυλῆς † βενιαμιν ¦ βενιαμειν TH WHΒενιαμίν. 2 Οὐκ ἀπώσατο ὁ Θεὸς τὸν λαὸν αὐτοῦ ὃν προέγνω. Ἢ οὐκ οἴδατε ἐν ‡ ηλια ¦ ηλεια WHἨλίᾳ τί λέγει ἡ γραφή; Ὡς ἐντυγχάνει τῷ Θεῷ κατὰ τοῦ Ἰσραήλ, § λεγων ¦ — CTλέγων, 3 Κύριε, τοὺς προφήτας σου ἀπέκτειναν, * και ¦ — CTκαὶ τὰ θυσιαστήριά σου κατέσκαψαν· κἀγὼ ὑπελείφθην μόνος, καὶ ζητοῦσι τὴν ψυχήν μου. 4 Ἀλλὰ τί λέγει αὐτῷ ὁ χρηματισμός; Κατέλιπον ἐμαυτῷ ἑπτακισχιλίους ἄνδρας, οἵτινες οὐκ ἔκαμψαν γόνυ τῇ Βάαλ. 5 Οὕτως οὖν καὶ ἐν τῷ νῦν καιρῷ † λειμμα ¦ λιμμα WHλεῖμμα κατ᾽ ἐκλογὴν χάριτος γέγονεν. 6 Εἰ δὲ χάριτι, οὐκέτι ἐξ ἔργων· ἐπεὶ ἡ χάρις οὐκέτι ‡ γινεται ¦ γεινεται THγίνεται χάρις. § ει δε εξ εργων ουκετι εστι χαρις επει το εργον ουκετι εστιν εργον 86.2% ¦ — CT 3.5%Εἰ δὲ ἐξ ἔργων, οὐκέτι ἐστὶ χάρις· ἐπεὶ τὸ ἔργον οὐκέτι ἐστὶν ἔργον.
7 Τί οὖν; Ὃ ἐπιζητεῖ Ἰσραήλ, * τουτο ¦ τουτου PCK TRτοῦτο οὐκ ἐπέτυχεν, ἡ δὲ ἐκλογὴ ἐπέτυχεν, οἱ δὲ λοιποὶ ἐπωρώθησαν· 8  † καθως ¦ καθαπερ WHκαθὼς γέγραπται,
 
Ἔδωκεν αὐτοῖς ὁ Θεὸς πνεῦμα κατανύξεως,
ὀφθαλμοὺς τοῦ μὴ βλέπειν,
καὶ ὦτα τοῦ μὴ ἀκούειν,
ἕως τῆς σήμερον ἡμέρας.
 
9 Καὶ ‡ δαυιδ ¦ δαβιδ HF TR ¦ δαυειδ TH WHΔαυὶδ λέγει,
 
Γενηθήτω ἡ τράπεζα αὐτῶν εἰς παγίδα καὶ εἰς θήραν,
καὶ εἰς σκάνδαλον, καὶ εἰς ἀνταπόδομα αὐτοῖς·
10 σκοτισθήτωσαν οἱ ὀφθαλμοὶ αὐτῶν τοῦ μὴ βλέπειν,
καὶ τὸν νῶτον αὐτῶν διὰ παντὸς § συγκαμψον ¦ συνκαμψον TH WHσύγκαμψον.
 
11 Λέγω οὖν, μὴ ἔπταισαν ἵνα πέσωσι; Μὴ γένοιτο· ἀλλὰ τῷ αὐτῶν παραπτώματι ἡ σωτηρία τοῖς ἔθνεσιν, εἰς τὸ παραζηλῶσαι αὐτούς. 12 Εἰ δὲ τὸ παράπτωμα αὐτῶν πλοῦτος κόσμου, καὶ τὸ ἥττημα αὐτῶν πλοῦτος ἐθνῶν, πόσῳ μᾶλλον τὸ πλήρωμα αὐτῶν;
13 Ὑμῖν * γαρ ¦ δε CTγὰρ λέγω τοῖς ἔθνεσιν. Ἐφ᾽ ὅσον † μεν ¦ μεν ουν CTμέν εἰμι ἐγὼ ἐθνῶν ἀπόστολος, τὴν διακονίαν μου δοξάζω· 14 εἴ πως παραζηλώσω μου τὴν σάρκα, καὶ σώσω τινὰς ἐξ αὐτῶν. 15 Εἰ γὰρ ἡ ἀποβολὴ αὐτῶν καταλλαγὴ κόσμου, τίς ἡ ‡ προσληψις ¦ προσλημψις CTπρόσληψις, εἰ μὴ ζωὴ ἐκ νεκρῶν; 16 Εἰ δὲ ἡ ἀπαρχὴ ἁγία, καὶ τὸ φύραμα· καὶ εἰ ἡ ῥίζα ἁγία, καὶ οἱ κλάδοι.
17 Εἰ δέ τινες τῶν κλάδων ἐξεκλάσθησαν, σὺ δὲ ἀγριέλαιος ὢν ἐνεκεντρίσθης ἐν αὐτοῖς, καὶ § συγκοινωνος ¦ συνκοινωνος TH WHσυγκοινωνὸς τῆς ῥίζης * και ¦ — CTκαὶ τῆς πιότητος τῆς ἐλαίας ἐγένου, 18 μὴ κατακαυχῶ τῶν κλάδων· εἰ δὲ κατακαυχᾶσαι, οὐ σὺ τὴν ῥίζαν βαστάζεις, † αλλ ¦ αλλα NA27 SBL TH WHἀλλ᾽ ἡ ῥίζα σέ. 19 Ἐρεῖς οὖν, Ἐξεκλάσθησαν ‡ κλαδοι ¦ οι κλαδοι ANT TRκλάδοι, ἵνα ἐγὼ § εγκεντρισθω ¦ ενκεντρισθω TH WHἐγκεντρισθῶ. 20 Καλῶς· τῇ ἀπιστίᾳ ἐξεκλάσθησαν, σὺ δὲ τῇ πίστει ἕστηκας. Μὴ * υψηλοφρονει ¦ υψηλα φρονει CTὑψηλοφρόνει, ἀλλὰ φοβοῦ· 21 εἰ γὰρ ὁ Θεὸς τῶν κατὰ φύσιν κλάδων οὐκ ἐφείσατο, † μηπως ¦ — SBL TH WHμήπως οὐδὲ σοῦ ‡ φεισεται ¦ φεισηται TRφείσεται. 22 Ἴδε οὖν χρηστότητα καὶ ἀποτομίαν Θεοῦ· ἐπὶ μὲν τοὺς πεσόντας, § αποτομιαν ¦ αποτομια CTἀποτομίαν· ἐπὶ δὲ σέ, * χρηστοτητα ¦ χρηστοτης θεου CTχρηστότητα, ἐὰν † επιμεινης ¦ επιμενης CTἐπιμείνῃς τῇ χρηστότητι· ἐπεὶ καὶ σὺ ἐκκοπήσῃ. 23  ‡ και εκεινοι ¦ κακεινοι CTΚαὶ ἐκεῖνοι δέ, ἐὰν μὴ § επιμεινωσι ¦ επιμενωσι CTἐπιμείνωσι τῇ ἀπιστίᾳ, * εγκεντρισθησονται ¦ ενκεντρισθησονται TH WHἐγκεντρισθήσονται· δυνατὸς γὰρ † ο θεος εστι ¦ εστιν ο θεος CT HF TRὁ Θεός ἐστι πάλιν ‡ εγκεντρισαι ¦ ενκεντρισαι TH WHἐγκεντρίσαι αὐτούς. 24 Εἰ γὰρ σὺ ἐκ τῆς κατὰ φύσιν ἐξεκόπης ἀγριελαίου, καὶ παρὰ φύσιν ἐνεκεντρίσθης εἰς καλλιέλαιον, πόσῳ μᾶλλον οὗτοι, οἱ κατὰ φύσιν, § εγκεντρισθησονται ¦ ενκεντρισθησονται TH WHἐγκεντρισθήσονται τῇ ἰδίᾳ ἐλαίᾳ;
25 Οὐ γὰρ θέλω ὑμᾶς ἀγνοεῖν, ἀδελφοί, τὸ μυστήριον τοῦτο, ἵνα μὴ ἦτε * παρ ¦ εν WH ¦ — SBLπαρ᾽ ἑαυτοῖς φρόνιμοι, ὅτι πώρωσις ἀπὸ μέρους τῷ Ἰσραὴλ γέγονεν, ἄχρις οὗ τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ· 26 καὶ οὕτω πᾶς Ἰσραὴλ σωθήσεται· καθὼς γέγραπται,
 
Ἥξει ἐκ Σιὼν ὁ ῥυόμενος,
† και ¦ — CTκαὶ ἀποστρέψει ἀσεβείας ἀπὸ Ἰακώβ·
27 καὶ αὕτη αὐτοῖς ἡ παρ᾽ ἐμοῦ διαθήκη,
ὅταν ἀφέλωμαι τὰς ἁμαρτίας αὐτῶν.
 
28 Κατὰ μὲν τὸ εὐαγγέλιον, ἐχθροὶ δι᾽ ὑμᾶς· κατὰ δὲ τὴν ἐκλογήν, ἀγαπητοὶ διὰ τοὺς πατέρας. 29 Ἀμεταμέλητα γὰρ τὰ χαρίσματα καὶ ἡ κλῆσις τοῦ Θεοῦ. 30 Ὥσπερ γὰρ ‡ και ¦ — CTκαὶ ὑμεῖς ποτε ἠπειθήσατε τῷ Θεῷ, νῦν δὲ ἠλεήθητε τῇ τούτων § απειθεια ¦ απειθια WHἀπειθείᾳ· 31 οὕτω καὶ οὗτοι νῦν ἠπείθησαν, τῷ ὑμετέρῳ ἐλέει ἵνα καὶ αὐτοὶ * ελεηθωσι ¦ νυν ελεηθωσι NA SBL WHἐλεηθῶσι· 32 συνέκλεισε γὰρ ὁ Θεὸς τοὺς πάντας εἰς † απειθειαν ¦ απειθιαν WHἀπείθειαν, ἵνα τοὺς πάντας ἐλεήσῃ.
33 Ὦ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως Θεοῦ. Ὡς ‡ ανεξερευνητα ¦ ανεξεραυνητα CTἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ, καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ.
 
34 Τίς γὰρ ἔγνω νοῦν Κυρίου;
Ἢ τίς σύμβουλος αὐτοῦ ἐγένετο;
35 Ἢ τίς προέδωκεν αὐτῷ,
καὶ ἀνταποδοθήσεται αὐτῷ;
 
36 Ὅτι ἐξ αὐτοῦ καὶ δι᾽ αὐτοῦ καὶ εἰς αὐτὸν τὰ πάντα· αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.

*11:1 ισραηλιτης ¦ ισραηλειτης TH WH

†11:1 βενιαμιν ¦ βενιαμειν TH WH

‡11:2 ηλια ¦ ηλεια WH

§11:2 λεγων ¦ — CT

*11:3 και ¦ — CT

†11:5 λειμμα ¦ λιμμα WH

‡11:6 γινεται ¦ γεινεται TH

§11:6 ει δε εξ εργων ουκετι εστι χαρις επει το εργον ουκετι εστιν εργον 86.2% ¦ — CT 3.5%

*11:7 τουτο ¦ τουτου PCK TR

†11:8 καθως ¦ καθαπερ WH

‡11:9 δαυιδ ¦ δαβιδ HF TR ¦ δαυειδ TH WH

§11:10 συγκαμψον ¦ συνκαμψον TH WH

*11:13 γαρ ¦ δε CT

†11:13 μεν ¦ μεν ουν CT

‡11:15 προσληψις ¦ προσλημψις CT

§11:17 συγκοινωνος ¦ συνκοινωνος TH WH

*11:17 και ¦ — CT

†11:18 αλλ ¦ αλλα NA27 SBL TH WH

‡11:19 κλαδοι ¦ οι κλαδοι ANT TR

§11:19 εγκεντρισθω ¦ ενκεντρισθω TH WH

*11:20 υψηλοφρονει ¦ υψηλα φρονει CT

†11:21 μηπως ¦ — SBL TH WH

‡11:21 φεισεται ¦ φεισηται TR

§11:22 αποτομιαν ¦ αποτομια CT

*11:22 χρηστοτητα ¦ χρηστοτης θεου CT

†11:22 επιμεινης ¦ επιμενης CT

‡11:23 και εκεινοι ¦ κακεινοι CT

§11:23 επιμεινωσι ¦ επιμενωσι CT

*11:23 εγκεντρισθησονται ¦ ενκεντρισθησονται TH WH

†11:23 ο θεος εστι ¦ εστιν ο θεος CT HF TR

‡11:23 εγκεντρισαι ¦ ενκεντρισαι TH WH

§11:24 εγκεντρισθησονται ¦ ενκεντρισθησονται TH WH

*11:25 παρ ¦ εν WH ¦ — SBL

†11:26 και ¦ — CT

‡11:30 και ¦ — CT

§11:30 απειθεια ¦ απειθια WH

*11:31 ελεηθωσι ¦ νυν ελεηθωσι NA SBL WH

†11:32 απειθειαν ¦ απειθιαν WH

‡11:33 ανεξερευνητα ¦ ανεξεραυνητα CT