10
1 Ἀδελφοί, ἡ μὲν εὐδοκία τῆς ἐμῆς καρδίας καὶ ἡ δέησις * η ¦ — CTἡ πρὸς τὸν Θεὸν ὑπὲρ † του ισραηλ ¦ αυτων CTτοῦ Ἰσραήλ ‡ εστιν ¦ — CTἐστιν εἰς σωτηρίαν. 2 Μαρτυρῶ γὰρ αὐτοῖς ὅτι ζῆλον Θεοῦ ἔχουσιν, ἀλλ᾽ οὐ κατ᾽ ἐπίγνωσιν. 3 Ἀγνοοῦντες γὰρ τὴν τοῦ Θεοῦ δικαιοσύνην, καὶ τὴν ἰδίαν § δικαιοσυνην 92.5% ¦ — SBL WH 3.7%δικαιοσύνην ζητοῦντες στῆσαι, τῇ δικαιοσύνῃ τοῦ Θεοῦ οὐχ ὑπετάγησαν. 4 Τέλος γὰρ νόμου Χριστὸς εἰς δικαιοσύνην παντὶ τῷ πιστεύοντι.
5  * μωυσης ¦ μωσης PCK TRΜωϋσῆς γὰρ γράφει † την δικαιοσυνην την εκ του νομου οτι ¦ οτι την δικαιοσυνην την εκ του νομου SBL ¦ την δικαιοσυνην την εκ νομου οτι TH ¦ οτι την δικαιοσυνην την εκ νομου WHτὴν δικαιοσύνην τὴν ἐκ τοῦ νόμου, ὅτι ὁ ποιήσας ‡ αυτα ¦ — SBL WHαὐτὰ ἄνθρωπος ζήσεται ἐν § αυτοις ¦ αυτη SBL TH WHαὐτοῖς. 6 Ἡ δὲ ἐκ πίστεως δικαιοσύνη οὕτω λέγει, Μὴ εἴπῃς ἐν τῇ καρδίᾳ σου, Τίς ἀναβήσεται εἰς τὸν οὐρανόν;—τοῦτ᾽ ἔστι Χριστὸν καταγαγεῖν— 7 ἤ, Τίς καταβήσεται εἰς τὴν ἄβυσσον;—τοῦτ᾽ ἔστι Χριστὸν ἐκ νεκρῶν ἀναγαγεῖν. 8 Ἀλλὰ τί λέγει; Ἐγγύς σου τὸ ῥῆμά ἐστιν, ἐν τῷ στόματί σου καὶ ἐν τῇ καρδίᾳ σου· τοῦτ᾽ ἔστι τὸ ῥῆμα τῆς πίστεως ὃ κηρύσσομεν· 9 ὅτι ἐὰν ὁμολογήσῃς * εν τω στοματι σου κυριον ιησουν ¦ το ρημα εν τω στοματι σου οτι κυριος ιησους WHἐν τῷ στόματί σου Κύριον Ἰησοῦν, καὶ πιστεύσῃς ἐν τῇ καρδίᾳ σου ὅτι ὁ Θεὸς αὐτὸν ἤγειρεν ἐκ νεκρῶν, σωθήσῃ· 10 καρδίᾳ γὰρ πιστεύεται εἰς δικαιοσύνην, στόματι δὲ ὁμολογεῖται εἰς σωτηρίαν. 11 Λέγει γὰρ ἡ γραφή, Πᾶς ὁ πιστεύων ἐπ᾽ αὐτῷ οὐ καταισχυνθήσεται. 12 Οὐ γάρ ἐστι διαστολὴ Ἰουδαίου τε καὶ Ἕλληνος· ὁ γὰρ αὐτὸς Κύριος πάντων, πλουτῶν εἰς πάντας τοὺς ἐπικαλουμένους αὐτόν. 13 Πᾶς γὰρ ὃς ἂν ἐπικαλέσηται τὸ ὄνομα Κυρίου σωθήσεται.
14 Πῶς οὖν † επικαλεσονται ¦ επικαλεσωνται CTἐπικαλέσονται εἰς ὃν οὐκ ἐπίστευσαν; Πῶς δὲ ‡ πιστευσουσιν ¦ πιστευσωσιν CTπιστεύσουσιν οὗ οὐκ ἤκουσαν; Πῶς δὲ § ακουσουσι ¦ ακουσωσι CTἀκούσουσι χωρὶς κηρύσσοντος; 15 Πῶς δὲ * κηρυξουσιν ¦ κηρυξωσιν CTκηρύξουσιν ἐὰν μὴ ἀποσταλῶσι; † καθως ¦ καθαπερ WHΚαθὼς γέγραπται, Ὡς ὡραῖοι οἱ πόδες ‡ των ευαγγελιζομενων ειρηνην 89.3% ¦ — CT 10.4%τῶν εὐαγγελιζομένων εἰρήνην, τῶν εὐαγγελιζομένων § τα ¦ — WHτὰ ἀγαθά. 16 Ἀλλ᾽ οὐ πάντες ὑπήκουσαν τῷ εὐαγγελίῳ. Ἠσαΐας γὰρ λέγει, Κύριε, τίς ἐπίστευσε τῇ ἀκοῇ ἡμῶν; 17 Ἄρα ἡ πίστις ἐξ ἀκοῆς, ἡ δὲ ἀκοὴ διὰ ῥήματος * θεου ¦ χριστου CTΘεοῦ.
18 Ἀλλὰ λέγω, μὴ οὐκ ἤκουσαν; Μενοῦνγε·
 
Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν,
καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν.
 
19 Ἀλλὰ λέγω, μὴ † ουκ εγνω ισραηλ ¦ ισραηλ ουκ εγνω CTοὐκ ἔγνω Ἰσραήλ; Πρῶτος ‡ μωυσης ¦ μωσης PCK TRΜωϋσῆς λέγει,
 
Ἐγὼ παραζηλώσω ὑμᾶς ἐπ᾽ οὐκ ἔθνει,
§ επι ¦ επ CTἐπὶ ἔθνει ἀσυνέτῳ παροργιῶ ὑμᾶς.
 
20 Ἠσαΐας δὲ ἀποτολμᾷ καὶ λέγει,
 
Εὑρέθην * τοις ¦ εν τοις NA SBLτοῖς ἐμὲ μὴ ζητοῦσιν,
ἐμφανὴς ἐγενόμην τοῖς ἐμὲ μὴ ἐπερωτῶσι.
 
21 Πρὸς δὲ τὸν Ἰσραὴλ λέγει, Ὅλην τὴν ἡμέραν ἐξεπέτασα τὰς χεῖράς μου πρὸς λαὸν ἀπειθοῦντα καὶ ἀντιλέγοντα.

*10:1 η ¦ — CT

†10:1 του ισραηλ ¦ αυτων CT

‡10:1 εστιν ¦ — CT

§10:3 δικαιοσυνην 92.5% ¦ — SBL WH 3.7%

*10:5 μωυσης ¦ μωσης PCK TR

†10:5 την δικαιοσυνην την εκ του νομου οτι ¦ οτι την δικαιοσυνην την εκ του νομου SBL ¦ την δικαιοσυνην την εκ νομου οτι TH ¦ οτι την δικαιοσυνην την εκ νομου WH

‡10:5 αυτα ¦ — SBL WH

§10:5 αυτοις ¦ αυτη SBL TH WH

*10:9 εν τω στοματι σου κυριον ιησουν ¦ το ρημα εν τω στοματι σου οτι κυριος ιησους WH

†10:14 επικαλεσονται ¦ επικαλεσωνται CT

‡10:14 πιστευσουσιν ¦ πιστευσωσιν CT

§10:14 ακουσουσι ¦ ακουσωσι CT

*10:15 κηρυξουσιν ¦ κηρυξωσιν CT

†10:15 καθως ¦ καθαπερ WH

‡10:15 των ευαγγελιζομενων ειρηνην 89.3% ¦ — CT 10.4%

§10:15 τα ¦ — WH

*10:17 θεου ¦ χριστου CT

†10:19 ουκ εγνω ισραηλ ¦ ισραηλ ουκ εγνω CT

‡10:19 μωυσης ¦ μωσης PCK TR

§10:19 επι ¦ επ CT

*10:20 τοις ¦ εν τοις NA SBL