7
1 Μὴ κρίνετε, ἵνα μὴ κριθῆτε· 2 ἐν ᾧ γὰρ κρίματι κρίνετε, κριθήσεσθε· καὶ ἐν ᾧ μέτρῳ μετρεῖτε, * μετρηθησεται ¦ αντιμετρηθησεται TRμετρηθήσεται ὑμῖν. 3 Τί δὲ βλέπεις τὸ κάρφος τὸ ἐν τῷ ὀφθαλμῷ τοῦ ἀδελφοῦ σου, τὴν δὲ ἐν τῷ σῷ ὀφθαλμῷ δοκὸν οὐ κατανοεῖς; 4 Ἢ πῶς ἐρεῖς τῷ ἀδελφῷ σου, Ἄφες ἐκβάλω τὸ κάρφος † απο ¦ εκ CTἀπὸ τοῦ ὀφθαλμοῦ σου· καὶ ἰδού, ἡ δοκὸς ἐν τῷ ὀφθαλμῷ σου; 5 Ὑποκριτά, ἔκβαλε πρῶτον ‡ την δοκον εκ του οφθαλμου σου ¦ εκ του οφθαλμου σου την δοκον CTτὴν δοκὸν ἐκ τοῦ ὀφθαλμοῦ σου, καὶ τότε διαβλέψεις ἐκβαλεῖν τὸ κάρφος ἐκ τοῦ ὀφθαλμοῦ τοῦ ἀδελφοῦ σου.
6 Μὴ δῶτε τὸ ἅγιον τοῖς κυσί· μηδὲ βάλητε τοὺς μαργαρίτας ὑμῶν ἔμπροσθεν τῶν χοίρων, μήποτε § καταπατησωσιν ¦ καταπατησουσιν CTκαταπατήσωσιν αὐτοὺς ἐν τοῖς ποσὶν αὐτῶν, καὶ στραφέντες ῥήξωσιν ὑμᾶς.
7 Αἰτεῖτε, καὶ δοθήσεται ὑμῖν· ζητεῖτε, καὶ εὑρήσετε· κρούετε, καὶ ἀνοιγήσεται ὑμῖν. 8 Πᾶς γὰρ ὁ αἰτῶν λαμβάνει, καὶ ὁ ζητῶν εὑρίσκει, καὶ τῷ κρούοντι ἀνοιγήσεται. 9 Ἢ τίς * εστιν ¦ — WHἐστιν ἐξ ὑμῶν ἄνθρωπος, ὃν † εαν αιτηση ¦ αιτησει CTἐὰν αἰτήσῃ ὁ υἱὸς αὐτοῦ ἄρτον, μὴ λίθον ἐπιδώσει αὐτῷ; 10  ‡ και εαν ιχθυν αιτηση ¦ η και ιχθυν αιτησει CTΚαὶ ἐὰν ἰχθὺν αἰτήσῃ, μὴ ὄφιν ἐπιδώσει αὐτῷ; 11 Εἰ οὖν ὑμεῖς, πονηροὶ ὄντες, οἴδατε δόματα ἀγαθὰ διδόναι τοῖς τέκνοις ὑμῶν, πόσῳ μᾶλλον ὁ πατὴρ ὑμῶν ὁ ἐν τοῖς οὐρανοῖς δώσει ἀγαθὰ τοῖς αἰτοῦσιν αὐτόν;
12 Πάντα οὖν ὅσα § αν ¦ εαν NA SBL WHἂν θέλητε ἵνα ποιῶσιν ὑμῖν οἱ ἄνθρωποι, οὕτω καὶ ὑμεῖς ποιεῖτε αὐτοῖς· οὗτος γάρ ἐστιν ὁ νόμος καὶ οἱ προφῆται.
13  * εισελθετε ¦ εισελθατε CTΕἰσέλθετε διὰ τῆς στενῆς πύλης· ὅτι πλατεῖα † η πυλη ¦ — WHἡ πύλη, καὶ εὐρύχωρος ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ἀπώλειαν, καὶ πολλοί εἰσιν οἱ εἰσερχόμενοι δι᾽ αὐτῆς· 14  ‡ τι ¦ οτι SBL TR WHτί στενὴ ἡ πύλη, καὶ τεθλιμμένη ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ζωήν, καὶ ὀλίγοι εἰσὶν οἱ εὑρίσκοντες αὐτήν.
15 Προσέχετε § δε ¦ — CTδὲ ἀπὸ τῶν ψευδοπροφητῶν, οἵτινες ἔρχονται πρὸς ὑμᾶς ἐν ἐνδύμασι προβάτων, ἔσωθεν δέ εἰσι λύκοι ἅρπαγες. 16 Ἀπὸ τῶν καρπῶν αὐτῶν ἐπιγνώσεσθε αὐτούς· μήτι συλλέγουσιν ἀπὸ ἀκανθῶν * σταφυλην ¦ σταφυλας CTσταφυλήν, ἢ ἀπὸ τριβόλων σῦκα; 17 Οὕτω πᾶν δένδρον ἀγαθὸν καρποὺς καλοὺς ποιεῖ· τὸ δὲ σαπρὸν δένδρον καρποὺς πονηροὺς ποιεῖ. 18 Οὐ δύναται δένδρον ἀγαθὸν καρποὺς πονηροὺς † ποιειν ¦ ενεγκειν WHποιεῖν, οὐδὲ δένδρον σαπρὸν καρποὺς καλοὺς ποιεῖν. 19  ‡ παν ¦ παν ουν PCKΠᾶν δένδρον μὴ ποιοῦν καρπὸν καλὸν ἐκκόπτεται καὶ εἰς πῦρ βάλλεται. 20 Ἄρα γε ἀπὸ τῶν καρπῶν αὐτῶν ἐπιγνώσεσθε αὐτούς.
21 Οὐ πᾶς ὁ λέγων μοι, Κύριε, Κύριε, εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν· ἀλλ᾽ ὁ ποιῶν τὸ θέλημα τοῦ πατρός μου τοῦ ἐν § ουρανοις ¦ τοις ουρανοις CTοὐρανοῖς. 22 Πολλοὶ ἐροῦσί μοι ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, Κύριε, Κύριε, οὐ τῷ σῷ ὀνόματι * προεφητευσαμεν ¦ επροφητευσαμεν CTπροεφητεύσαμεν, καὶ τῷ σῷ ὀνόματι δαιμόνια ἐξεβάλομεν, καὶ τῷ σῷ ὀνόματι δυνάμεις πολλὰς ἐποιήσαμεν; 23 Καὶ τότε ὁμολογήσω αὐτοῖς ὅτι Οὐδέποτε ἔγνων ὑμᾶς· ἀποχωρεῖτε ἀπ᾽ ἐμοῦ οἱ ἐργαζόμενοι τὴν ἀνομίαν.
24 Πᾶς οὖν ὅστις ἀκούει μου τοὺς λόγους τούτους καὶ ποιεῖ αὐτούς, † ομοιωσω αυτον ¦ ομοιωθησεται CTὁμοιώσω αὐτὸν ἀνδρὶ φρονίμῳ, ὅστις ᾠκοδόμησε ‡ την οικιαν αυτου ¦ αυτου την οικιαν CTτὴν οἰκίαν αὐτοῦ ἐπὶ τὴν πέτραν· 25 καὶ κατέβη ἡ βροχὴ καὶ § ηλθον ¦ ηλθαν WHἦλθον οἱ ποταμοὶ καὶ ἔπνευσαν οἱ ἄνεμοι, καὶ * προσεπεσον ¦ προσεπεσαν CTπροσέπεσον τῇ οἰκίᾳ ἐκείνῃ, καὶ οὐκ ἔπεσε· τεθεμελίωτο γὰρ ἐπὶ τὴν πέτραν. 26 Καὶ πᾶς ὁ ἀκούων μου τοὺς λόγους τούτους καὶ μὴ ποιῶν αὐτούς, ὁμοιωθήσεται ἀνδρὶ μωρῷ, ὅστις ᾠκοδόμησε † την οικιαν αυτου ¦ αυτου την οικιαν CTτὴν οἰκίαν αὐτοῦ ἐπὶ τὴν ἄμμον· 27 καὶ κατέβη ἡ βροχὴ καὶ ‡ ηλθον ¦ ηλθαν WHἦλθον οἱ ποταμοὶ καὶ ἔπνευσαν οἱ ἄνεμοι, καὶ προσέκοψαν τῇ οἰκίᾳ ἐκείνῃ, καὶ ἔπεσε· καὶ ἦν ἡ πτῶσις αὐτῆς μεγάλη.
28 Καὶ ἐγένετο ὅτε § συνετελεσεν ¦ ετελεσεν CTσυνετέλεσεν ὁ Ἰησοῦς τοὺς λόγους τούτους, ἐξεπλήσσοντο οἱ ὄχλοι ἐπὶ τῇ διδαχῇ αὐτοῦ· 29 ἦν γὰρ διδάσκων αὐτοὺς ὡς ἐξουσίαν ἔχων, καὶ οὐχ ὡς οἱ * γραμματεις ¦ γραμματεις αυτων CTγραμματεῖς.

*7:2 μετρηθησεται ¦ αντιμετρηθησεται TR

†7:4 απο ¦ εκ CT

‡7:5 την δοκον εκ του οφθαλμου σου ¦ εκ του οφθαλμου σου την δοκον CT

§7:6 καταπατησωσιν ¦ καταπατησουσιν CT

*7:9 εστιν ¦ — WH

†7:9 εαν αιτηση ¦ αιτησει CT

‡7:10 και εαν ιχθυν αιτηση ¦ η και ιχθυν αιτησει CT

§7:12 αν ¦ εαν NA SBL WH

*7:13 εισελθετε ¦ εισελθατε CT

†7:13 η πυλη ¦ — WH

‡7:14 τι ¦ οτι SBL TR WH

§7:15 δε ¦ — CT

*7:16 σταφυλην ¦ σταφυλας CT

†7:18 ποιειν ¦ ενεγκειν WH

‡7:19 παν ¦ παν ουν PCK

§7:21 ουρανοις ¦ τοις ουρανοις CT

*7:22 προεφητευσαμεν ¦ επροφητευσαμεν CT

†7:24 ομοιωσω αυτον ¦ ομοιωθησεται CT

‡7:24 την οικιαν αυτου ¦ αυτου την οικιαν CT

§7:25 ηλθον ¦ ηλθαν WH

*7:25 προσεπεσον ¦ προσεπεσαν CT

†7:26 την οικιαν αυτου ¦ αυτου την οικιαν CT

‡7:27 ηλθον ¦ ηλθαν WH

§7:28 συνετελεσεν ¦ ετελεσεν CT

*7:29 γραμματεις ¦ γραμματεις αυτων CT