21
1 Μετὰ ταῦτα ἐφανέρωσεν ἑαυτὸν * παλιν ¦ — PCKπάλιν † ο ¦ — WHὁ Ἰησοῦς τοῖς ‡ μαθηταις ¦ μαθηταις αυτου BYZ ¦ μαθηταις αυτου εγερθεις εκ νεκρων PCKμαθηταῖς ἐπὶ τῆς θαλάσσης τῆς Τιβεριάδος· ἐφανέρωσε δὲ οὕτως. 2 Ἦσαν ὁμοῦ Σίμων Πέτρος, καὶ Θωμᾶς ὁ λεγόμενος Δίδυμος, καὶ Ναθαναὴλ ὁ ἀπὸ Κανᾶ τῆς Γαλιλαίας, καὶ οἱ τοῦ Ζεβεδαίου, καὶ ἄλλοι ἐκ τῶν μαθητῶν αὐτοῦ δύο. 3 Λέγει αὐτοῖς Σίμων Πέτρος, Ὑπάγω ἁλιεύειν. Λέγουσιν αὐτῷ, Ἐρχόμεθα καὶ ἡμεῖς σὺν σοί. § εξηλθον ¦ εξηλθαν WHἘξῆλθον καὶ * ενεβησαν ¦ ανεβησαν TRἐνέβησαν εἰς τὸ πλοῖον † ευθυς ¦ — CTεὐθύς, καὶ ἐν ἐκείνῃ τῇ νυκτὶ ἐπίασαν οὐδέν.
4 Πρωΐας δὲ ἤδη ‡ γενομενης ¦ γινομενης WHγενομένης ἔστη § ο ¦ — CTὁ Ἰησοῦς εἰς τὸν αἰγιαλόν· οὐ μέντοι ᾔδεισαν οἱ μαθηταὶ ὅτι Ἰησοῦς ἐστι. 5 Λέγει οὖν αὐτοῖς * ο ¦ — WHὁ Ἰησοῦς, Παιδία, μή τι προσφάγιον ἔχετε; Ἀπεκρίθησαν αὐτῷ, Οὔ. 6 Ὁ δὲ εἶπεν αὐτοῖς, Βάλετε εἰς τὰ δεξιὰ μέρη τοῦ πλοίου τὸ δίκτυον, καὶ εὑρήσετε. Ἔβαλον οὖν, καὶ οὐκέτι αὐτὸ ἑλκύσαι † ισχυσαν ¦ ισχυον CTἴσχυσαν ἀπὸ τοῦ πλήθους τῶν ἰχθύων. 7 Λέγει οὖν ὁ μαθητὴς ἐκεῖνος ὃν ἠγάπα ὁ Ἰησοῦς τῷ Πέτρῳ, Ὁ Κύριός ἐστι. Σίμων οὖν Πέτρος, ἀκούσας ὅτι ὁ Κύριός ἐστι, τὸν ἐπενδύτην διεζώσατο—ἦν γὰρ γυμνός—καὶ ἔβαλεν ἑαυτὸν εἰς τὴν θάλασσαν. 8 Οἱ δὲ ἄλλοι μαθηταὶ τῷ πλοιαρίῳ ἦλθον—οὐ γὰρ ἦσαν μακρὰν ἀπὸ τῆς γῆς, ‡ αλλ ¦ αλλα NA27 SBL TH WHἀλλ᾽ ὡς ἀπὸ πηχῶν διακοσίων—σύροντες τὸ δίκτυον τῶν ἰχθύων.
9 Ὡς οὖν ἀπέβησαν εἰς τὴν γῆν, βλέπουσιν ἀνθρακιὰν κειμένην καὶ ὀψάριον ἐπικείμενον, καὶ ἄρτον. 10 Λέγει αὐτοῖς ὁ Ἰησοῦς, Ἐνέγκατε ἀπὸ τῶν ὀψαρίων ὧν ἐπιάσατε νῦν. 11  § ανεβη ¦ ανεβη ουν CTἈνέβη Σίμων Πέτρος, καὶ εἵλκυσε τὸ δίκτυον * επι της γης ¦ εις την γην CTἐπὶ τῆς γῆς, μεστὸν ἰχθύων μεγάλων ἑκατὸν πεντήκοντα τριῶν· καὶ τοσούτων ὄντων, οὐκ ἐσχίσθη τὸ δίκτυον. 12 Λέγει αὐτοῖς ὁ Ἰησοῦς, Δεῦτε ἀριστήσατε. Οὐδεὶς † δε ¦ — WHδὲ ἐτόλμα τῶν μαθητῶν ἐξετάσαι αὐτόν, Σὺ τίς εἶ; εἰδότες ὅτι ὁ Κύριός ἐστιν. 13 Ἔρχεται ‡ ουν ¦ — CTοὖν § ο ¦ — NA WHὁ Ἰησοῦς, καὶ λαμβάνει τὸν ἄρτον, καὶ δίδωσιν αὐτοῖς, καὶ τὸ ὀψάριον ὁμοίως. 14 Τοῦτο ἤδη τρίτον ἐφανερώθη * ο ¦ — NA WHὁ Ἰησοῦς τοῖς μαθηταῖς † αυτου ¦ — CTαὐτοῦ, ἐγερθεὶς ἐκ νεκρῶν.
15 Ὅτε οὖν ἠρίστησαν, λέγει τῷ Σίμωνι Πέτρῳ ὁ Ἰησοῦς, Σίμων ‡ ιωνα ¦ ιωαννου NA SBL TH ¦ ιωανου WHἸωνᾶ, ἀγαπᾷς με § πλειον ¦ πλεον CTπλεῖον τούτων; Λέγει αὐτῷ, Ναὶ Κύριε· σὺ οἶδας ὅτι φιλῶ σε. Λέγει αὐτῷ, Βόσκε τὰ ἀρνία μου. 16 Λέγει αὐτῷ πάλιν δεύτερον, Σίμων * ιωνα ¦ ιωαννου NA SBL TH ¦ ιωανου WHἸωνᾶ, ἀγαπᾷς με; Λέγει αὐτῷ, Ναὶ Κύριε· σὺ οἶδας ὅτι φιλῶ σε. Λέγει αὐτῷ, Ποίμαινε τὰ † προβατα ¦ προβατια WHπρόβατά μου. 17 Λέγει αὐτῷ τὸ τρίτον, Σίμων ‡ ιωνα ¦ ιωαννου NA SBL TH ¦ ιωανου WHἸωνᾶ, φιλεῖς με; Ἐλυπήθη ὁ Πέτρος ὅτι εἶπεν αὐτῷ τὸ τρίτον, Φιλεῖς με; Καὶ § ειπεν ¦ λεγει NAεἶπεν αὐτῷ, Κύριε, * συ παντα ¦ παντα συ CTσὺ πάντα οἶδας· σὺ γινώσκεις ὅτι φιλῶ σε. Λέγει αὐτῷ † ο ¦ — WHὁ Ἰησοῦς, Βόσκε τὰ ‡ προβατα ¦ προβατια WHπρόβατά μου. 18 Ἀμὴν ἀμὴν λέγω σοι, ὅτε ἦς νεώτερος, ἐζώννυες σεαυτόν, καὶ περιεπάτεις ὅπου ἤθελες· ὅταν δὲ γηράσῃς, ἐκτενεῖς τὰς χεῖράς σου, καὶ ἄλλος § σε ζωσει ¦ ζωσει σε TH WHσε ζώσει, καὶ οἴσει ὅπου οὐ θέλεις. 19 Τοῦτο δὲ εἶπε, σημαίνων ποίῳ θανάτῳ δοξάσει τὸν Θεόν. Καὶ τοῦτο εἰπὼν λέγει αὐτῷ, Ἀκολούθει μοι.
20 Ἐπιστραφεὶς * δε ¦ — CTδὲ ὁ Πέτρος βλέπει τὸν μαθητὴν ὃν ἠγάπα ὁ Ἰησοῦς ἀκολουθοῦντα, ὃς καὶ ἀνέπεσεν ἐν τῷ δείπνῳ ἐπὶ τὸ στῆθος αὐτοῦ καὶ εἶπε, Κύριε, τίς ἐστιν ὁ παραδιδούς σε; 21  † τουτον ¦ τουτον ουν CTΤοῦτον ἰδὼν ὁ Πέτρος λέγει τῷ Ἰησοῦ, Κύριε, οὗτος δὲ τί; 22 Λέγει αὐτῷ ὁ Ἰησοῦς, Ἐὰν αὐτὸν θέλω μένειν ἕως ἔρχομαι, τί πρὸς σέ; Σὺ ‡ ακολουθει μοι ¦ μοι ακολουθει CTἀκολούθει μοι. 23 Ἐξῆλθεν οὖν § ο λογος ουτος ¦ ουτος ο λογος CTὁ λόγος οὗτος εἰς τοὺς ἀδελφούς, ὅτι ὁ μαθητὴς ἐκεῖνος οὐκ ἀποθνῄσκει· * και ουκ ειπεν ¦ ουκ ειπεν δε CTκαὶ οὐκ εἶπεν αὐτῷ ὁ Ἰησοῦς, ὅτι οὐκ ἀποθνῄσκει· ἀλλ᾽, Ἐὰν αὐτὸν θέλω μένειν ἕως ἔρχομαι, τί πρὸς σέ;
24 Οὗτός ἐστιν ὁ μαθητὴς ὁ μαρτυρῶν περὶ τούτων, καὶ † γραψας ¦ ο γραψας NA SBL WHγράψας ταῦτα· καὶ οἴδαμεν ὅτι ἀληθής ‡ εστιν η μαρτυρια αυτου ¦ αυτου η μαρτυρια εστιν NA SBL WHἐστιν ἡ μαρτυρία αὐτοῦ.
25 Ἔστι δὲ καὶ ἄλλα πολλὰ § οσα ¦ α CTὅσα ἐποίησεν ὁ Ἰησοῦς, ἅτινα ἐὰν γράφηται καθ᾽ ἕν, * ουδε ¦ ουδ CTοὐδὲ αὐτὸν οἶμαι τὸν κόσμον † χωρησαι ¦ χωρησειν SBL WHχωρῆσαι τὰ γραφόμενα βιβλία. ‡ αμην ¦ — CTἈμήν.§ The following scribal note is included in the colophons of many Greek manuscripts: Ἐξεδόθη μετὰ χρόνους λβ΄ τῆς τοῦ Χριστοῦ ἀναλήψεως.

*21:1 παλιν ¦ — PCK

†21:1 ο ¦ — WH

‡21:1 μαθηταις ¦ μαθηταις αυτου BYZ ¦ μαθηταις αυτου εγερθεις εκ νεκρων PCK

§21:3 εξηλθον ¦ εξηλθαν WH

*21:3 ενεβησαν ¦ ανεβησαν TR

†21:3 ευθυς ¦ — CT

‡21:4 γενομενης ¦ γινομενης WH

§21:4 ο ¦ — CT

*21:5 ο ¦ — WH

†21:6 ισχυσαν ¦ ισχυον CT

‡21:8 αλλ ¦ αλλα NA27 SBL TH WH

§21:11 ανεβη ¦ ανεβη ουν CT

*21:11 επι της γης ¦ εις την γην CT

†21:12 δε ¦ — WH

‡21:13 ουν ¦ — CT

§21:13 ο ¦ — NA WH

*21:14 ο ¦ — NA WH

†21:14 αυτου ¦ — CT

‡21:15 ιωνα ¦ ιωαννου NA SBL TH ¦ ιωανου WH

§21:15 πλειον ¦ πλεον CT

*21:16 ιωνα ¦ ιωαννου NA SBL TH ¦ ιωανου WH

†21:16 προβατα ¦ προβατια WH

‡21:17 ιωνα ¦ ιωαννου NA SBL TH ¦ ιωανου WH

§21:17 ειπεν ¦ λεγει NA

*21:17 συ παντα ¦ παντα συ CT

†21:17 ο ¦ — WH

‡21:17 προβατα ¦ προβατια WH

§21:18 σε ζωσει ¦ ζωσει σε TH WH

*21:20 δε ¦ — CT

†21:21 τουτον ¦ τουτον ουν CT

‡21:22 ακολουθει μοι ¦ μοι ακολουθει CT

§21:23 ο λογος ουτος ¦ ουτος ο λογος CT

*21:23 και ουκ ειπεν ¦ ουκ ειπεν δε CT

†21:24 γραψας ¦ ο γραψας NA SBL WH

‡21:24 εστιν η μαρτυρια αυτου ¦ αυτου η μαρτυρια εστιν NA SBL WH

§21:25 οσα ¦ α CT

*21:25 ουδε ¦ ουδ CT

†21:25 χωρησαι ¦ χωρησειν SBL WH

‡21:25 αμην ¦ — CT

§21:25 The following scribal note is included in the colophons of many Greek manuscripts: Ἐξεδόθη μετὰ χρόνους λβ΄ τῆς τοῦ Χριστοῦ ἀναλήψεως.