ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ
1
1 Πολυμερῶς καὶ πολυτρόπως πάλαι ὁ Θεὸς λαλήσας τοῖς πατράσιν ἐν τοῖς προφήταις, ἐπ᾽ * εσχατου ¦ εσχατων TRἐσχάτου τῶν ἡμερῶν τούτων ἐλάλησεν ἡμῖν ἐν υἱῷ, 2 ὃν ἔθηκε κληρονόμον πάντων, δι᾽ οὗ καὶ † τους αιωνας εποιησεν ¦ εποιησε τους αιωνας CTτοὺς αἰῶνας ἐποίησεν, 3 ὃς ὢν ἀπαύγασμα τῆς δόξης καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ, φέρων τε τὰ πάντα τῷ ῥήματι τῆς δυνάμεως ‡ αὐτοῦ δι᾽ ἑαυτοῦ 89.2% ¦ αὐτοῦ NA TH WH 5.1% ¦ δι᾽ αὑτοῦ SBL 0.3%αὐτοῦ, δι᾽ ἑαυτοῦ καθαρισμὸν § ποιησαμενος των αμαρτιων ημων ¦ των αμαρτιων ποιησαμενος CTποιησάμενος τῶν ἁμαρτιῶν ἡμῶν, ἐκάθισεν ἐν δεξιᾷ τῆς μεγαλωσύνης ἐν ὑψηλοῖς, 4 τοσούτῳ κρείττων γενόμενος τῶν ἀγγέλων, ὅσῳ διαφορώτερον παρ᾽ αὐτοὺς κεκληρονόμηκεν ὄνομα.
5 Τίνι γὰρ εἶπέ ποτε τῶν ἀγγέλων,
Υἱός μου εἶ σύ,
ἐγὼ σήμερον γεγέννηκά σε;
Καὶ πάλιν,
Ἐγὼ ἔσομαι αὐτῷ εἰς πατέρα,
καὶ αὐτὸς ἔσται μοι εἰς υἱόν;
6 Ὅταν δὲ πάλιν εἰσαγάγῃ τὸν πρωτότοκον εἰς τὴν οἰκουμένην λέγει,
Καὶ προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι Θεοῦ.
7 Καὶ πρὸς μὲν τοὺς ἀγγέλους λέγει,
Ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα,
καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα·
8 πρὸς δὲ τὸν υἱόν,
Ὁ θρόνος σου, ὁ Θεός, εἰς τὸν αἰῶνα τοῦ * αιωνος ¦ αιωνος και CTαἰῶνος·
† ραβδος ευθυτητος η 97.8% ¦ η ραβδος της ευθυτητος CT 1.4%ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας ‡ σου ¦ αυτου WHσου.
9 Ἠγάπησας δικαιοσύνην, καὶ ἐμίσησας ἀνομίαν·
διὰ τοῦτο ἔχρισέ σε ὁ Θεός, ὁ Θεός σου,
ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου.
10 Καί,
Σὺ κατ᾽ ἀρχάς, Κύριε, τὴν γῆν ἐθεμελίωσας,
καὶ ἔργα τῶν χειρῶν σού εἰσιν οἱ οὐρανοί·
11 αὐτοὶ ἀπολοῦνται, σὺ δὲ διαμένεις·
καὶ πάντες ὡς ἱμάτιον παλαιωθήσονται,
12 καὶ ὡσεὶ περιβόλαιον ἑλίξεις § αυτους 98.8% ¦ αυτους ως ιματιον NA SBL WH 1.2%αὐτούς,
καὶ ἀλλαγήσονται·
σὺ δὲ ὁ αὐτὸς εἶ,
καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσι.
13 Πρὸς τίνα δὲ τῶν ἀγγέλων εἴρηκέ ποτε,
Κάθου ἐκ δεξιῶν μου,
ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου;
14 Οὐχὶ πάντες εἰσὶ λειτουργικὰ πνεύματα, εἰς διακονίαν ἀποστελλόμενα διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν;
*1:1 εσχατου ¦ εσχατων TR
†1:2 τους αιωνας εποιησεν ¦ εποιησε τους αιωνας CT
‡1:3 αὐτοῦ δι᾽ ἑαυτοῦ 89.2% ¦ αὐτοῦ NA TH WH 5.1% ¦ δι᾽ αὑτοῦ SBL 0.3%
§1:3 ποιησαμενος των αμαρτιων ημων ¦ των αμαρτιων ποιησαμενος CT
*1:8 αιωνος ¦ αιωνος και CT
†1:8 ραβδος ευθυτητος η 97.8% ¦ η ραβδος της ευθυτητος CT 1.4%
‡1:8 σου ¦ αυτου WH
§1:12 αυτους 98.8% ¦ αυτους ως ιματιον NA SBL WH 1.2%