ΙΩΑΝΝΟΥ Α
1
1 Ὃ ἦν ἀπ᾽ ἀρχῆς, ὃ ἀκηκόαμεν, ὃ ἑωράκαμεν τοῖς ὀφθαλμοῖς ἡμῶν, ὃ ἐθεασάμεθα, καὶ αἱ χεῖρες ἡμῶν ἐψηλάφησαν περὶ τοῦ λόγου τῆς ζωῆς. 2 Καὶ ἡ ζωὴ ἐφανερώθη, καὶ ἑωράκαμεν, καὶ μαρτυροῦμεν, καὶ ἀπαγγέλλομεν ὑμῖν τὴν ζωὴν τὴν αἰώνιον, ἥτις ἦν πρὸς τὸν πατέρα, καὶ ἐφανερώθη ἡμῖν. 3 Ὃ ἑωράκαμεν καὶ ἀκηκόαμεν, ἀπαγγέλλομεν * υμιν ¦ και υμιν CTὑμῖν, ἵνα καὶ ὑμεῖς κοινωνίαν ἔχητε μεθ᾽ ἡμῶν· καὶ ἡ κοινωνία δὲ ἡ ἡμετέρα μετὰ τοῦ πατρὸς καὶ μετὰ τοῦ υἱοῦ αὐτοῦ Ἰησοῦ Χριστοῦ· 4 καὶ ταῦτα γράφομεν † υμιν ¦ ημεις CTὑμῖν, ἵνα ἡ χαρὰ ‡ ημων ¦ υμων BYZ ECM* SCRἡμῶν ᾖ πεπληρωμένη.
5 Καὶ § εστιν αυτη ¦ αυτη εστιν ANT TRἔστιν αὕτη ἡ * αγγελια ¦ επαγγελια ANT STἀγγελία ἣν ἀκηκόαμεν ἀπ᾽ αὐτοῦ καὶ ἀναγγέλλομεν ὑμῖν, ὅτι ὁ Θεὸς φῶς ἐστι, καὶ σκοτία † εν αυτω ουκ εστιν ¦ ουκ εστιν εν αυτω WHἐν αὐτῷ οὐκ ἔστιν οὐδεμία. 6 Ἐὰν εἴπωμεν ὅτι κοινωνίαν ἔχομεν μετ᾽ αὐτοῦ, καὶ ἐν τῷ σκότει ‡ περιπατωμεν ¦ περιπατουμεν PCKπεριπατῶμεν, ψευδόμεθα, καὶ οὐ ποιοῦμεν τὴν ἀλήθειαν· 7 ἐὰν § δε ¦ — ECM* NA28δὲ ἐν τῷ φωτὶ περιπατῶμεν, ὡς αὐτός ἐστιν ἐν τῷ φωτί, κοινωνίαν ἔχομεν μετ᾽ ἀλλήλων, καὶ τὸ αἷμα Ἰησοῦ * χριστου 92.5% ¦ — CT 4.5%Χριστοῦ τοῦ υἱοῦ αὐτοῦ καθαρίζει ἡμᾶς ἀπὸ πάσης ἁμαρτίας. 8 Ἐὰν εἴπωμεν ὅτι ἁμαρτίαν οὐκ ἔχομεν, ἑαυτοὺς πλανῶμεν, καὶ ἡ ἀλήθεια † ουκ εστιν εν ημιν ¦ εν ημιν ουκ εστιν ECM*οὐκ ἔστιν ἐν ἡμῖν. 9 Ἐὰν ὁμολογῶμεν τὰς ἁμαρτίας ἡμῶν, πιστός ἐστι καὶ δίκαιος ἵνα ἀφῇ ἡμῖν τὰς ἁμαρτίας, καὶ καθαρίσῃ ἡμᾶς ἀπὸ πάσης ἀδικίας. 10 Ἐὰν εἴπωμεν ὅτι οὐχ ἡμαρτήκαμεν, ψεύστην ποιοῦμεν αὐτόν, καὶ ὁ λόγος αὐτοῦ οὐκ ἔστιν ἐν ἡμῖν.
*1:3 υμιν ¦ και υμιν CT
†1:4 υμιν ¦ ημεις CT
‡1:4 ημων ¦ υμων BYZ ECM* SCR
§1:5 εστιν αυτη ¦ αυτη εστιν ANT TR
*1:5 αγγελια ¦ επαγγελια ANT ST
†1:5 εν αυτω ουκ εστιν ¦ ουκ εστιν εν αυτω WH
‡1:6 περιπατωμεν ¦ περιπατουμεν PCK
§1:7 δε ¦ — ECM* NA28
*1:7 χριστου 92.5% ¦ — CT 4.5%
†1:8 ουκ εστιν εν ημιν ¦ εν ημιν ουκ εστιν ECM*