12
1 Περὶ δὲ τῶν πνευματικῶν, ἀδελφοί, οὐ θέλω ὑμᾶς ἀγνοεῖν. 2 Οἴδατε ὅτι * οτε ¦ — TRὅτε ἔθνη ἦτε πρὸς τὰ εἴδωλα τὰ ἄφωνα, ὡς ἂν ἤγεσθε, ἀπαγόμενοι. 3 Διὸ γνωρίζω ὑμῖν ὅτι οὐδεὶς ἐν πνεύματι Θεοῦ λαλῶν λέγει Ἀνάθεμα † ιησουν 88.9% ¦ ιησους CT 3.5%Ἰησοῦν· καὶ οὐδεὶς δύναται εἰπεῖν, ‡ κυριον ιησουν 92.6% ¦ κυριος ιησους CT 5.4%Κύριον Ἰησοῦν, εἰ μὴ ἐν Πνεύματι Ἁγίῳ.
4 Διαιρέσεις δὲ χαρισμάτων εἰσί, τὸ δὲ αὐτὸ πνεῦμα. 5 Καὶ διαιρέσεις διακονιῶν εἰσι, καὶ ὁ αὐτὸς Κύριος. 6 Καὶ διαιρέσεις ἐνεργημάτων εἰσίν, § ο δε ¦ και ο WHὁ δὲ αὐτός * εστι 76.4% ¦ — CT 16.9%ἐστι Θεός, ὁ ἐνεργῶν τὰ πάντα ἐν πᾶσιν. 7 Ἑκάστῳ δὲ δίδοται ἡ φανέρωσις τοῦ πνεύματος πρὸς τὸ συμφέρον. 8 ᾯ μὲν γὰρ διὰ τοῦ πνεύματος δίδοται λόγος σοφίας, ἄλλῳ δὲ λόγος γνώσεως, κατὰ τὸ αὐτὸ πνεῦμα· 9 ἑτέρῳ † δε ¦ — CTδὲ πίστις, ἐν τῷ αὐτῷ πνεύματι· ἄλλῳ ‡ δε ¦ — SBLδὲ χαρίσματα ἰαμάτων ἐν τῷ § αυτω ¦ ενι CTαὐτῷ πνεύματι· 10 ἄλλῳ * δε ¦ — SBLδὲ ἐνεργήματα δυνάμεων, ἄλλῳ † δε ¦ — SBL THδὲ προφητεία, ἄλλῳ ‡ δε ¦ — SBL THδὲ διακρίσεις πνευμάτων, ἑτέρῳ § δε ¦ — CTδὲ γένη γλωσσῶν, ἄλλῳ * δε ¦ — SBLδὲ † ερμηνεια ¦ ερμηνια TH WHἑρμηνεία γλωσσῶν· 11 πάντα δὲ ταῦτα ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ πνεῦμα, διαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται.
12 Καθάπερ γὰρ τὸ σῶμα ἕν ἐστι, καὶ μέλη ‡ εχει πολλα ¦ πολλα εχει CTἔχει πολλά, πάντα δὲ τὰ μέλη τοῦ σώματος § του ενος ¦ — CTτοῦ ἑνός, πολλὰ ὄντα, ἕν ἐστι σῶμα· οὕτω καὶ ὁ Χριστός. 13 Καὶ γὰρ ἐν ἑνὶ πνεύματι ἡμεῖς πάντες εἰς ἓν σῶμα ἐβαπτίσθημεν, εἴτε Ἰουδαῖοι εἴτε Ἕλληνες, εἴτε δοῦλοι εἴτε ἐλεύθεροι· καὶ πάντες * εις ¦ — CTεἰς ἓν πνεῦμα ἐποτίσθημεν.
14 Καὶ γὰρ τὸ σῶμα οὐκ ἔστιν ἓν μέλος ἀλλὰ πολλά. 15 Ἐὰν εἴπῃ ὁ πούς, Ὅτι οὐκ εἰμὶ χείρ, οὐκ εἰμὶ ἐκ τοῦ σώματος· οὐ παρὰ τοῦτο οὐκ ἔστιν ἐκ τοῦ σώματος; 16 Καὶ ἐὰν εἴπῃ τὸ οὖς, Ὅτι οὐκ εἰμὶ ὀφθαλμός, οὐκ εἰμὶ ἐκ τοῦ σώματος· οὐ παρὰ τοῦτο οὐκ ἔστιν ἐκ τοῦ σώματος; 17 Εἰ ὅλον τὸ σῶμα ὀφθαλμός, ποῦ ἡ ἀκοή; Εἰ ὅλον ἀκοή, ποῦ ἡ ὄσφρησις; 18  † νυνι ¦ νυν WHΝυνὶ δὲ ὁ Θεὸς ἔθετο τὰ μέλη ἓν ἕκαστον αὐτῶν ἐν τῷ σώματι, καθὼς ἠθέλησεν. 19 Εἰ δὲ ἦν τὰ πάντα ἓν μέλος, ποῦ τὸ σῶμα; 20 Νῦν δὲ πολλὰ ‡ μεν ¦ — WHμὲν μέλη, ἓν δὲ σῶμα. 21 Οὐ δύναται δὲ § ο ¦ — ANT TRὁ ὀφθαλμὸς εἰπεῖν τῇ χειρί, Χρείαν σου οὐκ ἔχω· ἢ πάλιν ἡ κεφαλὴ τοῖς ποσί, Χρείαν ὑμῶν οὐκ ἔχω. 22 Ἀλλὰ πολλῷ μᾶλλον τὰ δοκοῦντα μέλη τοῦ σώματος ἀσθενέστερα ὑπάρχειν, ἀναγκαῖά ἐστι· 23 καὶ ἃ δοκοῦμεν ἀτιμότερα εἶναι τοῦ σώματος, τούτοις τιμὴν περισσοτέραν περιτίθεμεν· καὶ τὰ ἀσχήμονα ἡμῶν εὐσχημοσύνην περισσοτέραν ἔχει· 24 τὰ δὲ εὐσχήμονα ἡμῶν οὐ χρείαν ἔχει· * αλλ ¦ αλλα NA27 SBL TH WHἀλλ᾽ ὁ Θεὸς συνεκέρασε τὸ σῶμα, τῷ † υστερουντι ¦ υστερουμενω NA TH WHὑστεροῦντι περισσοτέραν δοὺς τιμήν, 25 ἵνα μὴ ᾖ ‡ σχισματα ¦ σχισμα ANT CT PCK TRσχίσματα ἐν τῷ σώματι, ἀλλὰ τὸ αὐτὸ ὑπὲρ ἀλλήλων μεριμνῶσι τὰ μέλη. 26 Καὶ εἴτε πάσχει ἓν μέλος, § συμπασχει ¦ συμπασχη PCK ¦ συνπασχει TH WHσυμπάσχει πάντα τὰ μέλη· εἴτε δοξάζεται * εν ¦ — SBL TH WHἓν μέλος, † συγχαιρει ¦ συγχαιρη PCK ¦ συνχαιρει TH WHσυγχαίρει πάντα τὰ μέλη.
27 Ὑμεῖς δέ ἐστε σῶμα Χριστοῦ, καὶ μέλη ἐκ μέρους. 28 Καὶ οὓς μὲν ἔθετο ὁ Θεὸς ἐν τῇ ἐκκλησίᾳ πρῶτον ἀποστόλους, δεύτερον προφήτας, τρίτον διδασκάλους, ἔπειτα δυνάμεις, ‡ ειτα ¦ επειτα CTεἶτα χαρίσματα ἰαμάτων, § αντιληψεις ¦ αντιλημψεις CTἀντιλήψεις, κυβερνήσεις, γένη γλωσσῶν. 29 Μὴ πάντες ἀπόστολοι; Μὴ πάντες προφῆται; Μὴ πάντες διδάσκαλοι; Μὴ πάντες δυνάμεις; 30 Μὴ πάντες χαρίσματα ἔχουσιν ἰαμάτων; Μὴ πάντες γλώσσαις λαλοῦσι; Μὴ πάντες διερμηνεύουσι; 31 Ζηλοῦτε δὲ τὰ χαρίσματα τὰ * κρειττονα 93% ¦ μειζονα CT 5.8%κρείττονα.
Καὶ ἔτι καθ᾽ ὑπερβολὴν ὁδὸν ὑμῖν δείκνυμι.

*12:2 οτε ¦ — TR

†12:3 ιησουν 88.9% ¦ ιησους CT 3.5%

‡12:3 κυριον ιησουν 92.6% ¦ κυριος ιησους CT 5.4%

§12:6 ο δε ¦ και ο WH

*12:6 εστι 76.4% ¦ — CT 16.9%

†12:9 δε ¦ — CT

‡12:9 δε ¦ — SBL

§12:9 αυτω ¦ ενι CT

*12:10 δε ¦ — SBL

†12:10 δε ¦ — SBL TH

‡12:10 δε ¦ — SBL TH

§12:10 δε ¦ — CT

*12:10 δε ¦ — SBL

†12:10 ερμηνεια ¦ ερμηνια TH WH

‡12:12 εχει πολλα ¦ πολλα εχει CT

§12:12 του ενος ¦ — CT

*12:13 εις ¦ — CT

†12:18 νυνι ¦ νυν WH

‡12:20 μεν ¦ — WH

§12:21 ο ¦ — ANT TR

*12:24 αλλ ¦ αλλα NA27 SBL TH WH

†12:24 υστερουντι ¦ υστερουμενω NA TH WH

‡12:25 σχισματα ¦ σχισμα ANT CT PCK TR

§12:26 συμπασχει ¦ συμπασχη PCK ¦ συνπασχει TH WH

*12:26 εν ¦ — SBL TH WH

†12:26 συγχαιρει ¦ συγχαιρη PCK ¦ συνχαιρει TH WH

‡12:28 ειτα ¦ επειτα CT

§12:28 αντιληψεις ¦ αντιλημψεις CT

*12:31 κρειττονα 93% ¦ μειζονα CT 5.8%