ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ
1
Παῦλος ἀπόστολος ⸂Χριστοῦ Ἰησοῦ* Χριστοῦ Ἰησοῦ WH Treg NA28 ] Ἰησοῦ Χριστοῦ RP διὰ θελήματος θεοῦ καὶ Τιμόθεος ὁ ἀδελφὸς τοῖς ἐν ⸀Κολοσσαῖς Κολοσσαῖς WH NA28 ] Κολασσαῖς Treg RP ἁγίοις καὶ πιστοῖς ἀδελφοῖς ἐν Χριστῷ· χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ θεοῦ πατρὸς ⸀ἡμῶν ἡμῶν WH Treg NA28 ] + καὶ κυρίου Ἰησοῦ Χριστοῦ RP
Εὐχαριστοῦμεν τῷ ⸀θεῷ§ θεῷ WH NA28 ] + καὶ Treg RP πατρὶ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ πάντοτε ⸀περὶ* περὶ WH NA28 RP ] ὑπὲρ Tregὑμῶν προσευχόμενοι, ἀκούσαντες τὴν πίστιν ὑμῶν ἐν Χριστῷ Ἰησοῦ καὶ τὴν ἀγάπην ⸂ἣν ἔχετε ἣν ἔχετε WH Treg NA28 ] τὴν RP εἰς πάντας τοὺς ἁγίους διὰ τὴν ἐλπίδα τὴν ἀποκειμένην ὑμῖν ἐν τοῖς οὐρανοῖς, ἣν προηκούσατε ἐν τῷ λόγῳ τῆς ἀληθείας τοῦ εὐαγγελίου τοῦ παρόντος εἰς ὑμᾶς, καθὼς καὶ ἐν παντὶ τῷ ⸀κόσμῳ κόσμῳ WH Treg NA28 ] + καὶ RPἐστὶν καρποφορούμενον καὶ αὐξανόμενον καθὼς καὶ ἐν ὑμῖν, ἀφʼ ἧς ἡμέρας ἠκούσατε καὶ ἐπέγνωτε τὴν χάριν τοῦ θεοῦ ἐν ἀληθείᾳ· ⸀καθὼς§ καθὼς WH Treg NA28 ] + καὶ RP ἐμάθετε ἀπὸ Ἐπαφρᾶ τοῦ ἀγαπητοῦ συνδούλου ἡμῶν* ἡμῶν WH Treg NIV ] ὑμῶν RP NA28 ὅς ἐστιν πιστὸς ὑπὲρ ⸀ἡμῶν διάκονος τοῦ Χριστοῦ, ὁ καὶ δηλώσας ἡμῖν τὴν ὑμῶν ἀγάπην ἐν πνεύματι.
Διὰ τοῦτο καὶ ἡμεῖς, ἀφʼ ἧς ἡμέρας ἠκούσαμεν, οὐ παυόμεθα ὑπὲρ ὑμῶν προσευχόμενοι καὶ αἰτούμενοι ἵνα πληρωθῆτε τὴν ἐπίγνωσιν τοῦ θελήματος αὐτοῦ ἐν πάσῃ σοφίᾳ καὶ συνέσει πνευματικῇ, 10 ⸀περιπατῆσαι περιπατῆσαι WH Treg NA28 ] + ὑμᾶς RP ἀξίως τοῦ κυρίου εἰς πᾶσαν ἀρεσκείαν ἐν παντὶ ἔργῳ ἀγαθῷ καρποφοροῦντες καὶ αὐξανόμενοι ⸂τῇ ἐπιγνώσει τῇ ἐπιγνώσει WH Treg NA28 ] εἰς τὴν ἐπίγνωσιν RP τοῦ θεοῦ, 11 ἐν πάσῃ δυνάμει δυναμούμενοι κατὰ τὸ κράτος τῆς δόξης αὐτοῦ εἰς πᾶσαν ὑπομονὴν καὶ μακροθυμίαν μετὰ χαρᾶς, 12 εὐχαριστοῦντες τῷ πατρὶ τῷ ἱκανώσαντι ⸀ὑμᾶς§ ὑμᾶς WH NA28 ] ἡμᾶς Treg RPεἰς τὴν μερίδα τοῦ κλήρου τῶν ἁγίων ἐν τῷ φωτί, 13 ὃς ἐρρύσατο ἡμᾶς ἐκ τῆς ἐξουσίας τοῦ σκότους καὶ μετέστησεν εἰς τὴν βασιλείαν τοῦ υἱοῦ τῆς ἀγάπης αὐτοῦ, 14 ἐν ᾧ ἔχομεν τὴν ἀπολύτρωσιν, τὴν ἄφεσιν τῶν ἁμαρτιῶν· 15 ὅς ἐστιν εἰκὼν τοῦ θεοῦ τοῦ ἀοράτου, πρωτότοκος πάσης κτίσεως, 16 ὅτι ἐν αὐτῷ ἐκτίσθη τὰ ⸀πάντα* πάντα WH Treg NA28 ] + τὰ RP ἐν τοῖς οὐρανοῖς ⸀καὶ καὶ WH NA28 ] + τὰ Treg RP ἐπὶ τῆς γῆς, τὰ ὁρατὰ καὶ τὰ ἀόρατα, εἴτε θρόνοι εἴτε κυριότητες εἴτε ἀρχαὶ εἴτε ἐξουσίαι· τὰ πάντα διʼ αὐτοῦ καὶ εἰς αὐτὸν ἔκτισται· 17 καὶ αὐτός ἐστιν πρὸ πάντων καὶ τὰ πάντα ἐν αὐτῷ συνέστηκεν, 18 καὶ αὐτός ἐστιν ἐστιν Treg NA28 RP ] + ἡ WHἡ κεφαλὴ τοῦ σώματος τῆς ἐκκλησίας· ὅς ⸀ἐστιν ἀρχή, πρωτότοκος ἐκ τῶν νεκρῶν, ἵνα γένηται ἐν πᾶσιν αὐτὸς πρωτεύων, 19 ὅτι ἐν αὐτῷ εὐδόκησεν πᾶν τὸ πλήρωμα κατοικῆσαι 20 καὶ διʼ αὐτοῦ§ διʼ αὐτοῦ WH RP NA28 ] – Treg NIV ἀποκαταλλάξαι τὰ πάντα εἰς αὐτόν, εἰρηνοποιήσας διὰ τοῦ αἵματος τοῦ σταυροῦ αὐτοῦ, ⸂[διʼ αὐτοῦ]⸃ εἴτε τὰ ἐπὶ τῆς γῆς εἴτε τὰ ⸀ἐν* ἐν WH Treg NA28 ] ἐπὶ RPτοῖς οὐρανοῖς· 21 καὶ ὑμᾶς ποτε ὄντας ἀπηλλοτριωμένους καὶ ἐχθροὺς τῇ διανοίᾳ ἐν τοῖς ἔργοις τοῖς πονηροῖς— 22 νυνὶ δὲ ⸀ἀποκατηλλάγητε ἀποκατηλλάγητε Holmes ] ἀποκατήλλαξεν WH Treg NA28 RPἐν τῷ σώματι τῆς σαρκὸς αὐτοῦ διὰ τοῦ θανάτου— παραστῆσαι ὑμᾶς ἁγίους καὶ ἀμώμους καὶ ἀνεγκλήτους κατενώπιον αὐτοῦ, 23 εἴ γε ἐπιμένετε τῇ πίστει τεθεμελιωμένοι καὶ ἑδραῖοι καὶ μὴ μετακινούμενοι ἀπὸ τῆς ἐλπίδος τοῦ εὐαγγελίου οὗ ἠκούσατε, τοῦ κηρυχθέντος ἐν ⸀πάσῃ πάσῃ WH Treg NA28 ] + τῇ RPκτίσει τῇ ὑπὸ τὸν οὐρανόν, οὗ ἐγενόμην ἐγὼ Παῦλος διάκονος.
24 Νῦν χαίρω ἐν τοῖς παθήμασιν ὑπὲρ ὑμῶν, καὶ ἀνταναπληρῶ τὰ ὑστερήματα τῶν θλίψεων τοῦ Χριστοῦ ἐν τῇ σαρκί μου ὑπὲρ τοῦ σώματος αὐτοῦ, ὅ ἐστιν ἡ ἐκκλησία, 25 ἧς ἐγενόμην ἐγὼ διάκονος κατὰ τὴν οἰκονομίαν τοῦ θεοῦ τὴν δοθεῖσάν μοι εἰς ὑμᾶς πληρῶσαι τὸν λόγον τοῦ θεοῦ, 26 τὸ μυστήριον τὸ ἀποκεκρυμμένον ἀπὸ τῶν αἰώνων καὶ ἀπὸ τῶν γενεῶν,— ⸀νῦν§ νῦν WH Treg NA28 ] νυνὶ RPδὲ ἐφανερώθη τοῖς ἁγίοις αὐτοῦ, 27 οἷς ἠθέλησεν ὁ θεὸς γνωρίσαι τί τὸ πλοῦτος τῆς δόξης τοῦ μυστηρίου τούτου ἐν τοῖς ἔθνεσιν, ⸀ὅ* ὅ WH Treg NA28 ] ὅς RPἐστιν Χριστὸς ἐν ὑμῖν, ἡ ἐλπὶς τῆς δόξης· 28 ὃν ἡμεῖς καταγγέλλομεν νουθετοῦντες πάντα ἄνθρωπον καὶ διδάσκοντες πάντα ἄνθρωπον ἐν πάσῃ σοφίᾳ, ἵνα παραστήσωμεν πάντα ἄνθρωπον τέλειον ἐν ⸀Χριστῷ Χριστῷ WH Treg NA28 ] + Ἰησοῦ RP 29 εἰς ὃ καὶ κοπιῶ ἀγωνιζόμενος κατὰ τὴν ἐνέργειαν αὐτοῦ τὴν ἐνεργουμένην ἐν ἐμοὶ ἐν δυνάμει.

*1:1 Χριστοῦ Ἰησοῦ WH Treg NA28 ] Ἰησοῦ Χριστοῦ RP

1:2 Κολοσσαῖς WH NA28 ] Κολασσαῖς Treg RP

1:2 ἡμῶν WH Treg NA28 ] + καὶ κυρίου Ἰησοῦ Χριστοῦ RP

§1:3 θεῷ WH NA28 ] + καὶ Treg RP

*1:3 περὶ WH NA28 RP ] ὑπὲρ Treg

1:4 ἣν ἔχετε WH Treg NA28 ] τὴν RP

1:6 κόσμῳ WH Treg NA28 ] + καὶ RP

§1:7 καθὼς WH Treg NA28 ] + καὶ RP

*1:7 ἡμῶν WH Treg NIV ] ὑμῶν RP NA28

1:10 περιπατῆσαι WH Treg NA28 ] + ὑμᾶς RP

1:10 τῇ ἐπιγνώσει WH Treg NA28 ] εἰς τὴν ἐπίγνωσιν RP

§1:12 ὑμᾶς WH NA28 ] ἡμᾶς Treg RP

*1:16 πάντα WH Treg NA28 ] + τὰ RP

1:16 καὶ WH NA28 ] + τὰ Treg RP

1:18 ἐστιν Treg NA28 RP ] + ἡ WH

§1:20 διʼ αὐτοῦ WH RP NA28 ] – Treg NIV

*1:20 ἐν WH Treg NA28 ] ἐπὶ RP

1:22 ἀποκατηλλάγητε Holmes ] ἀποκατήλλαξεν WH Treg NA28 RP

1:23 πάσῃ WH Treg NA28 ] + τῇ RP

§1:26 νῦν WH Treg NA28 ] νυνὶ RP

*1:27 ὅ WH Treg NA28 ] ὅς RP

1:28 Χριστῷ WH Treg NA28 ] + Ἰησοῦ RP