4
⸀Διαμαρτύρομαι* Διαμαρτύρομαι WH Treg NA28 ] + οὖν ἐγὼ RP ἐνώπιον τοῦ θεοῦ καὶ ⸂Χριστοῦ Ἰησοῦ Χριστοῦ Ἰησοῦ WH Treg NA28 ] τοῦ κυρίου Ἰησοῦ χριστοῦ RP , τοῦ μέλλοντος κρίνειν ζῶντας καὶ καὶ WH Treg NA28 ] κατὰ RPνεκρούς, ⸀καὶ τὴν ἐπιφάνειαν αὐτοῦ καὶ τὴν βασιλείαν αὐτοῦ· κήρυξον τὸν λόγον, ἐπίστηθι εὐκαίρως ἀκαίρως, ἔλεγξον, ἐπιτίμησον, παρακάλεσον, ἐν πάσῃ μακροθυμίᾳ καὶ διδαχῇ. ἔσται γὰρ καιρὸς ὅτε τῆς ὑγιαινούσης διδασκαλίας οὐκ ἀνέξονται, ἀλλὰ κατὰ τὰς ⸂ἰδίας ἐπιθυμίας§ ἰδίας ἐπιθυμίας WH Treg NA28 ] ἐπιθυμίας τὰς ἰδίας RP ἑαυτοῖς ἐπισωρεύσουσιν διδασκάλους κνηθόμενοι τὴν ἀκοήν, καὶ ἀπὸ μὲν τῆς ἀληθείας τὴν ἀκοὴν ἀποστρέψουσιν, ἐπὶ δὲ τοὺς μύθους ἐκτραπήσονται. σὺ δὲ νῆφε ἐν πᾶσιν, κακοπάθησον, ἔργον ποίησον εὐαγγελιστοῦ, τὴν διακονίαν σου πληροφόρησον.
Ἐγὼ γὰρ ἤδη σπένδομαι, καὶ ὁ καιρὸς τῆς ⸂ἀναλύσεώς μου* ἀναλύσεώς μου WH Treg NA28 ] ἐμῆς ἀναλύσεως RP ἐφέστηκεν. τὸν ⸂καλὸν ἀγῶνα καλὸν ἀγῶνα WH Treg NA28 ] ἀγῶνα τὸν καλὸν RP ἠγώνισμαι, τὸν δρόμον τετέλεκα, τὴν πίστιν τετήρηκα· λοιπὸν ἀπόκειταί μοι ὁ τῆς δικαιοσύνης στέφανος, ὃν ἀποδώσει μοι ὁ κύριος ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, ὁ δίκαιος κριτής, οὐ μόνον δὲ ἐμοὶ ἀλλὰ καὶ πᾶσιν τοῖς ἠγαπηκόσι τὴν ἐπιφάνειαν αὐτοῦ.
Σπούδασον ἐλθεῖν πρός με ταχέως· 10 Δημᾶς γάρ με ⸀ἐγκατέλιπεν ἐγκατέλιπεν Treg NA28 RP ] ἐγκατέλειπεν WH ἀγαπήσας τὸν νῦν αἰῶνα, καὶ ἐπορεύθη εἰς Θεσσαλονίκην, Κρήσκης εἰς Γαλατίαν, Τίτος εἰς Δαλματίαν· 11 Λουκᾶς ἐστιν μόνος μετʼ ἐμοῦ. Μᾶρκον ἀναλαβὼν ἄγε μετὰ σεαυτοῦ, ἔστιν γάρ μοι εὔχρηστος εἰς διακονίαν, 12 Τυχικὸν δὲ ἀπέστειλα εἰς Ἔφεσον. 13 τὸν φαιλόνην, ὃν ⸀ἀπέλιπον§ ἀπέλιπον Treg NA28 RP ] ἀπέλειπον WHἐν Τρῳάδι παρὰ Κάρπῳ, ἐρχόμενος φέρε, καὶ τὰ βιβλία, μάλιστα τὰς μεμβράνας. 14 Ἀλέξανδρος ὁ χαλκεὺς πολλά μοι κακὰ ἐνεδείξατο— ⸀ἀποδώσει* ἀποδώσει WH Treg NA28 ] ἀποδῴη RPαὐτῷ ὁ κύριος κατὰ τὰ ἔργα αὐτοῦ— 15 ὃν καὶ σὺ φυλάσσου, λίαν γὰρ ⸀ἀντέστη ἀντέστη WH Treg NA28 ] ἀνθέστηκεν RPτοῖς ἡμετέροις λόγοις.
16 Ἐν τῇ πρώτῃ μου ἀπολογίᾳ οὐδείς μοι ⸀παρεγένετο παρεγένετο WH Treg NA28 ] συμπαρεγένετο RP ἀλλὰ πάντες με ⸀ἐγκατέλιπον§ ἐγκατέλιπον Treg NA28 RP ] ἐγκατέλειπον WH μὴ αὐτοῖς λογισθείη— 17 ὁ δὲ κύριός μοι παρέστη καὶ ἐνεδυνάμωσέν με, ἵνα διʼ ἐμοῦ τὸ κήρυγμα πληροφορηθῇ καὶ ⸀ἀκούσωσιν* ἀκούσωσιν WH Treg NA28 ] ἀκούσῃ RPπάντα τὰ ἔθνη, καὶ ἐρρύσθην ἐκ στόματος λέοντος. 18 ⸀ῥύσεταί ῥύσεταί WH Treg NA28 ] Καὶ ῥύσεταί RPμε ὁ κύριος ἀπὸ παντὸς ἔργου πονηροῦ καὶ σώσει εἰς τὴν βασιλείαν αὐτοῦ τὴν ἐπουράνιον· ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν.
19 Ἄσπασαι Πρίσκαν καὶ Ἀκύλαν καὶ τὸν Ὀνησιφόρου οἶκον. 20 Ἔραστος ἔμεινεν ἐν Κορίνθῳ, Τρόφιμον δὲ ⸀ἀπέλιπον ἀπέλιπον Treg NA28 RP ] ἀπέλειπον WHἐν Μιλήτῳ ἀσθενοῦντα. 21 Σπούδασον πρὸ χειμῶνος ἐλθεῖν. Ἀσπάζεταί σε Εὔβουλος καὶ Πούδης καὶ Λίνος καὶ Κλαυδία καὶ οἱ ἀδελφοὶ πάντες.
22 Ὁ ⸀κύριος§ κύριος WH Treg NA28 ] + Ἰησοῦς χριστὸς RP μετὰ τοῦ πνεύματός σου. ἡ χάρις μεθʼ ⸀ὑμῶν* ὑμῶν WH Treg NA28 ] + Ἀμήν RP ‘p /’ ‘/book’

*4:1 Διαμαρτύρομαι WH Treg NA28 ] + οὖν ἐγὼ RP

4:1 Χριστοῦ Ἰησοῦ WH Treg NA28 ] τοῦ κυρίου Ἰησοῦ χριστοῦ RP

4:1 καὶ WH Treg NA28 ] κατὰ RP

§4:3 ἰδίας ἐπιθυμίας WH Treg NA28 ] ἐπιθυμίας τὰς ἰδίας RP

*4:6 ἀναλύσεώς μου WH Treg NA28 ] ἐμῆς ἀναλύσεως RP

4:7 καλὸν ἀγῶνα WH Treg NA28 ] ἀγῶνα τὸν καλὸν RP

4:10 ἐγκατέλιπεν Treg NA28 RP ] ἐγκατέλειπεν WH

§4:13 ἀπέλιπον Treg NA28 RP ] ἀπέλειπον WH

*4:14 ἀποδώσει WH Treg NA28 ] ἀποδῴη RP

4:15 ἀντέστη WH Treg NA28 ] ἀνθέστηκεν RP

4:16 παρεγένετο WH Treg NA28 ] συμπαρεγένετο RP

§4:16 ἐγκατέλιπον Treg NA28 RP ] ἐγκατέλειπον WH

*4:17 ἀκούσωσιν WH Treg NA28 ] ἀκούσῃ RP

4:18 ῥύσεταί WH Treg NA28 ] Καὶ ῥύσεταί RP

4:20 ἀπέλιπον Treg NA28 RP ] ἀπέλειπον WH

§4:22 κύριος WH Treg NA28 ] + Ἰησοῦς χριστὸς RP

*4:22 ὑμῶν WH Treg NA28 ] + Ἀμήν RP